Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.618 Joseph. BJ 4.624 (English) >>Joseph. BJ 4.632

4.622

Προχωρούσης δὲ πανταχοῦ κατὰ νοῦν τῆς τύχης καὶ τῶν πραγμάτων συννενευκότων ἐκ τοῦ πλείστου μέρους, ἤδη παρίστατο τῷ Οὐεσπασιανῷ νοεῖν, ὡς οὐ δίχα δαιμονίου προνοίας ἅψαιτο τῆς ἀρχῆς, ἀλλὰ δικαία τις εἱμαρμένη περιαγάγοι τὸ κρατεῖν τῶν ὅλων ἐπʼ αὐτόν· 4.623ἀναμιμνήσκεται γὰρ τά τε ἄλλα σημεῖα, πολλὰ δʼ αὐτῷ γεγόνει πανταχοῦ προφαίνοντα τὴν ἡγεμονίαν, καὶ τὰς τοῦ Ἰωσήπου φωνάς, ὃς αὐτὸν ἔτι ζῶντος Νέρωνος αὐτοκράτορα προσειπεῖν ἐθάρσησεν. 4.624ἐξεπέπληκτο δὲ τὸν ἄνδρα δεσμώτην ἔτι ὄντα παρʼ αὐτῷ, καὶ προσκαλεσάμενος Μουκιανὸν ἅμα τοῖς ἄλλοις ἡγεμόσι καὶ φίλοις πρῶτον μὲν αὐτοῦ τὸ δραστήριον ἐκδιηγεῖτο καὶ ὅσα περὶ τοῖς Ἰωταπάτοις διʼ αὐτὸν ἔκαμον, 4.625ἔπειτα τὰς μαντείας, ἃς αὐτὸς μὲν ὑπώπτευσε τότε πλάσματα τοῦ δέους, ἀποδειχθῆναι δὲ ὑπὸ τοῦ χρόνου καὶ τῶν πραγμάτων θείας. 4.626αἰσχρὸν οὖν, ἔφη, τὸν προθεσπίσαντά μοι τὴν ἀρχὴν καὶ διάκονον τῆς τοῦ θεοῦ φωνῆς ἔτι αἰχμαλώτου τάξιν δεσμώτου τύχην ὑπομένεινκαὶ καλέσας τὸν Ἰώσηπον λυθῆναι κελεύει. 4.627τοῖς μὲν οὖν ἡγεμόσιν ἐκ τῆς εἰς τὸν ἀλλόφυλον ἀμοιβῆς λαμπρὰ καὶ περὶ αὑτῶν ἐλπίζειν παρέστη, συνὼν δὲ τῷ πατρὶ Τίτοςδίκαιον, 4.628 πάτερ, ἔφη, τοῦ Ἰωσήπου καὶ τὸ ὄνειδος ἀφαιρεθῆναι σὺν τῷ σιδήρῳ· γενήσεται γὰρ ὅμοιος τῷ μὴ δεθέντι τὴν ἀρχήν, ἂν αὐτοῦ μὴ λύσωμεν ἀλλὰ κόψωμεν

-- --

τὰ δεσμά.” τοῦτο γὰρ ἐπὶ τῶν μὴ δεόντως δεθέντων πράττεται.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.618 Joseph. BJ 4.624 (English) >>Joseph. BJ 4.632

Powered by PhiloLogic